Add parallel Print Page Options

Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· [a]εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ [b]ὑμῶν· εἰδότες ὅτι [c]ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.

Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, [d]ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς [e]γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν [f]ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ [g]ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ [h]ἡμῶν.

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν [i]ἁγιότητι καὶ εἰλικρινείᾳ [j]τοῦ θεοῦ, [k]οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ [l]ὅτι ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου [m]ἡμῶν Ἰησοῦ.

15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην [n]πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν [o]χάριν [p]σχῆτε, 16 καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν [q]βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; 18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ [r]ἔστιν Ναὶ καὶ Οὔ. 19 [s]τοῦ θεοῦ γὰρ υἱὸς [t]Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· [u]διὸ καὶ [v]δι’ αὐτοῦ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

23 Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε. ἔκρινα [w]γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ [x]τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ [y]ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην [z]σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.

Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, ὥστε τοὐναντίον [aa]μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ [ab]ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.

12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.

14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ [ac]ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ [ad]ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ [ae]πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ [af]κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.

Ἀρχόμεθα πάλιν ἑαυτοὺς [ag]συνιστάνειν; [ah]ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ [ai]ὑμῶν; ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.

Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. οὐχ ὅτι [aj]ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ [ak]αὑτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.

Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν [al]γράμμασιν [am]ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ [an]τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς [ao]δικαιοσύνης δόξῃ. 10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει [ap]εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.

12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον [aq]αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον [ar]ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, [as]ὅτι ἐν Χριστῷ καταργεῖται, 15 ἀλλ’ ἕως σήμερον ἡνίκα [at]ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα [au]δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα [av]κυρίου, ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ [aw]ἐγκακοῦμεν, ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας [ax]συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ [ay]αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ [az]Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς [ba]λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ [bb]Χριστοῦ.

Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν [bc]τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε [bd]ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.

13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας [be]τὸν Ἰησοῦν καὶ ἡμᾶς [bf]σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.

16 Διὸ οὐκ [bg]ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ [bh]ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως [bi]ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, [bj]εἴ γε καὶ [bk]ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, [bl]ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.

Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου, διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον· διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε [bm]φαῦλον.

11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 [bn]οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ [bo]μὴ ἐν καρδίᾳ. 13 εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο [bp]ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.

16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· [bq]εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν [br]καινά· 18 τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ [bs]διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 19 ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. 20 ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ. 21 [bt]τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς· λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ [bu]συνιστάνοντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· 12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· 13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς.

14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, [bv]ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; 15 τίς δὲ συμφώνησις [bw]Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; [bx]ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί [by]μου λαός. 17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς· 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.

Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. [bz]πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:6 εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως WH NIV ] – Treg RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὑμῶν WH NIV ] + εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας Treg RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὡς WH Treg NIV ] ὥσπερ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ WH NIV RP ] περὶ Treg
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 γενομένης WH Treg NIV ] + ἡμῖν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ δύναμιν ἐβαρήθημεν WH Treg NIV ] ἐβαρήθημεν ὑπὲρ δύναμιν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:10 ῥύσεται WH Treg NIV ] ῥύεται RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:11 ἡμῶν WH Treg NIV ] ὑμῶν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 ἁγιότητι WH Treg NIV ] ἁπλότητι RP NA
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 τοῦ WH Treg NIV ] – RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 οὐκ Treg NIV RP ] καὶ οὐκ WH NA
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:13 ὅτι WH Treg NIV ] + καὶ RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:14 ἡμῶν WH NA ] – Treg NIV RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 πρότερον πρὸς ὑμᾶς ἐλθεῖν WH Treg NIV ] ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 χάριν Treg NIV RP ] χαρὰν WH
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 σχῆτε WH Treg NIV ] ἔχῆτε RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:17 βουλόμενος WH Treg NIV ] βουλευόμενος RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:18 ἔστιν WH Treg NIV ] ἐγένετο RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 τοῦ θεοῦ γὰρ WH Treg NIV ] γὰρ τοῦ θεοῦ RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 Ἰησοῦς Χριστὸς Treg NIV RP ] Χριστὸς Ἰησοῦς WH
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 διὸ WH Treg NIV ] – RP
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 δι᾽ αὐτοῦ WH Treg NIV ] ἐν αὐτῷ RP
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:1 γὰρ WH NIV ] δὲ Treg RP
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:2 τίς WH Treg NIV ] + ἐστιν RP
  25. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:3 ἔγραψα WH Treg NIV ] + ὑμῖν RP
  26. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:3 σχῶ WH Treg NIV ] ἔχω RP
  27. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:7 μᾶλλον Treg NIV RP ] – WH
  28. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:10 ὃ κεχάρισμαι, εἴ τι WH Treg NIV ] εἴ τι κεχάρισμαι ᾧ RP
  29. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:16 *ἐκ WH Treg NIV ] – RP
  30. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:16 *ἐκ WH Treg NIV ] – RP
  31. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:17 πολλοὶ WH Treg NIV ] λοιποί RP
  32. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:17 κατέναντι WH Treg NIV ] κατενώπιον τοῦ RP
  33. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:1 συνιστάνειν WH NIV RP ] συνιστᾶν Treg
  34. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:1 WH Treg NIV ] Εἰ RP
  35. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:1 ὑμῶν WH Treg NIV ] +συστατικῶν RP
  36. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:5 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NIV ] ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν RP
  37. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:5 αὑτῶν WH Treg NIV ] ἑαυτῶν RP
  38. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:7 γράμμασιν WH NIV RP ] γράμματι Treg
  39. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:7 ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
  40. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP
  41. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:9 δικαιοσύνης WH Treg NIV ] + ἐν RP
  42. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:10 εἵνεκεν WH Treg NIV ] ἕνεκεν RP
  43. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:13 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  44. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:14 ἡμέρας WH Treg NIV ] – RP
  45. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:14 ὅτι WH Treg NIV ] ὅ τι RP
  46. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:15 ἂν ἀναγινώσκηται WH Treg NIV ] ἀναγινώσκεται RP
  47. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:16 δὲ ἐὰν WH NIV] δὲ ἂν Treg RP
  48. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:17 κυρίου WH Treg NIV ] + ἐκεῖ RP
  49. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:1 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
  50. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:2 συνιστάνοντες WH NIV ] συνιστάντες Treg; συνιστῶντες RP
  51. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:4 αὐγάσαι WH Treg NIV ] + αὐτοῖς RP
  52. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:5 Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NIV
  53. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 λάμψει WH Treg NIV ] λάμψαι RP
  54. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 Χριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA
  55. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:10 τοῦ WH Treg NIV ] + κυρίου RP
  56. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:12 WH Treg NIV ] + μὲν RP
  57. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 τὸν Holmes WHmarg ] + κύριον WH Treg NIV RP
  58. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 σὺν WH Treg NIV ] διὰ RP
  59. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
  60. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἔσω ἡμῶν WH Treg NIV ] ἔσωθεν RP
  61. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:17 ἡμῶν Treg NIV RP ] – WH
  62. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:3 εἴ γε WH NIV RP ] εἴ περ Treg
  63. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:3 ἐνδυσάμενοι WH Treg NIV RP ] ἐκδυσάμενοι NA
  64. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:5 WH Treg NIV ] + καὶ RP
  65. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:10 φαῦλον WH Treg NIV ] κακόν RP
  66. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:12 οὐ WH Treg NIV ] + γὰρ RP
  67. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:12 μὴ ἐν WH Treg NIV ] οὐ RP
  68. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:14 ὅτι WH Treg NIV ] + εἰ RP
  69. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:16 εἰ WH Treg NIV ] + δὲ RP
  70. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:17 καινά WH Treg NIV ] + τὰ πάντα RP
  71. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:18 διὰ WH Treg NIV ] + Ἰησοῦ RP
  72. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:21 τὸν WH Treg NIV ] + γὰρ RP
  73. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:4 συνιστάνοντες WH ] συνιστάντες NIV Treg; συνιστῶντες RP
  74. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:14 ἢ τίς WH Treg NIV ] Τίς δὲ RP
  75. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:15 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  76. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν WH Treg NIV] Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε RP
  77. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 μου WH Treg NIV ] μοι RP
  78. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:3 πρὸς κατάκρισιν οὐ WH Treg NIV ] Οὐ πρὸς κατάκρισιν RP